ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλονΟι θεοί συνέχεια αλλάζουν. Ποιος τους γνωρίζει πραγματικά; Ο τροχός της ζωής γυρίζει, τα χαμηλά έρχονται ψηλά και τα ψηλά χαμηλά.
καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
ἐκεῖσε κἀκεῖσ᾽ ἀναφέρων: ὃ μὲν πονεῖ,
ὃ δ᾽ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
Κάλχας γὰρ οὐκ εἶπ᾽ οὐδ᾽ ἐσήμηνε στρατῷΔεν ωφελεί η μαντεία, αλλά το σωστό μυαλό.
νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
οὐδ᾽ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
εἴποις ἄν: οὕνεχ᾽ ὁ θεὸς οὐκ ἠβούλετο;
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ᾽ ἐᾶν:
βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
κοὐδεὶς ἐπλούτησ᾽ ἐμπύροισιν ἀργὸς ὤν:
γνώμη δ᾽ ἀρίστη μάντις ἥ τ᾽ εὐβουλία.
τί ποτ᾽ ἄπληστος εἶ κακῶν,Ο έρωτας είναι γεμάτος απάτες.
ἔρωτας ἀπάτας δόλιά τ᾽ ἐξευρήματα
ἀσκοῦσα φίλτρα θ᾽ αἱματηρὰ δωμάτων;
εἰ δ᾽ ἦσθα μετρία, τἄλλα γ᾽ ἡδίστη θεῶν
πέφυκας ἀνθρώποισιν: οὐκ ἄλλως λέγω.
ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,Κανένας δε γνωρίζει τι είναι η θεότητα. Τα ανθρώπινα δεν είναι σαφή. Η αλήθεια βρίσκεται στα λόγια των θεών. Αντίφαση;
τίς φησ᾽ ἐρευνήσας βροτῶν
μακρότατον πέρας εὑρεῖν
ὃς τὰ θεῶν ἐσορᾷ
δεῦρο καὶ αὖθις ἐκεῖσε
καὶ πάλιν ἀντιλόγοις
πηδῶντ᾽ ἀνελπίστοις τύχαις;
σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ:
πτανὸς γὰρ ἐν κόλποις σε Λή-
δας ἐτέκνωσε πατήρ.
κᾆτ᾽ ἰαχήθης καθ᾽ Ἑλλανίαν
προδότις ἄπιστος ἄδικος ἄθεος: οὐδ᾽ ἔχω
τί τὸ σαφὲς ἔτι ποτ᾽ ἐν βροτοῖς:
τὸ τῶν θεῶν δ᾽ ἔπος ἀλαθὲς ηὗρον.
Τι είναι αυτό που καθιστά το έργο τραγωδία:
ὧν οὐ θέμις σ᾽ οὔθ᾽ ὁσίαΗ Ελένη διαπράττει ύβριν γιατί δε σεβάστηκε τις θυσίες της Μεγάλης Θεάς.
'πύρωσας ἐν θεῶν θαλάμοις,
μῆνιν δ᾽ ἔσχες μεγάλας
ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
κισσοῦ τε στεφθεῖσα χλόα
νάρθηκας εἰς ἱερούς,
ῥόμβου θ᾽ εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία,
βακχεύουσά τ᾽ ἔθειρα Βρομί
ῳ καὶ παννυχίδες θεᾶς.
εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα
μορφᾷ μόνον ηὔχεις.
Η ομορφιά της υπερβαίνει το μέτρο.
σώφρονος δ᾽ ἀπιστίαςΔυσπιστία αποτέλεσμα περίσκεψης είναι αυτό που χρειάζονται οι άνθρωποι.
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
Αυτά που ελπίζουμε δε συμβαίνουν και αυτά που είχαμε ανέλπιστα έρχονται.
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί:
καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη,
τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.
ΥΓ. Εντυπωσιακοί διάλογοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου